Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.189 Joseph. AJ 2.194 (English) >>Joseph. AJ 2.198

2.192 Ἰώσηπος εἰς ἑκάστην παραγενόμενος πόλιν καὶ συλλέγων ἐν αὐταῖς τὸ πλῆθος τήν τε γῆν αὐτοῖς, ἣν ἐκείνων παραχωρούντων βασιλεὺς ἔχειν ἠδύνατο καὶ καρποῦσθαι μόνος, εἰς ἅπαν ἐχαρίζετο καὶ κτῆμα ἴδιον ἡγουμένους φιλεργεῖν παρεκάλει τὴν πέμπτην τῶν καρπῶν τῷ βασιλεῖ τελοῦντας ὑπὲρ τῆς χώρας, ἣν δίδωσιν αὐτοῖς οὖσαν αὐτοῦ. 2.193τοὺς δὲ παρʼ ἐλπίδας κυρίους τῆς γῆς καθισταμένους χαρά τε ἐλάμβανε καὶ ὑφίσταντο τὰ προστάγματα. καὶ τούτῳ τῷ τρόπῳ τό τε ἀξίωμα παρὰ τοῖς Αἰγυπτίοις αὐτοῦ μεῖζον Ἰώσηπος ἀπεργάζεται, καὶ πλείω γε τὴν εὔνοιαν τῷ βασιλεῖ παρʼ αὐτῶν, τε τοῦ τελεῖν τὴν πέμπτην τῶν καρπῶν νόμος ἔμεινε καὶ μέχρι τῶν ὕστερον βασιλέων. 2.194

Ἰάκωβος δὲ ἑπτακαιδέκατον ἔτος ἐν Αἰγύπτῳ διατρίψας καὶ νόσῳ χρησάμενος παρόντων αὐτῷ τῶν υἱῶν ἀπέθανεν, ἐπευξάμενος τοῖς μὲν κτῆσιν ἀγαθῶν καὶ προειπὼν αὐτοῖς κατὰ προφητείαν, πῶς μέλλει τῶν ἐκ τῆς γενεᾶς αὐτῶν ἕκαστος κατοικεῖν τὴν Χαναναίαν· τοῦτο δὴ καὶ πολλοῖς ὕστερον χρόνοις ἐγένετο· 2.195Ἰωσήπου δʼ ἐγκώμιον διεξελθών, ὅτι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ τούτου πλέον χρηστὸς εἰς αὐτοὺς ἐγένετο δωρησάμενος αὐτοὺς ἀγαθοῖς, οἷς οὐδὲ εὐεργέτας τινὲς ἠμείψαντο, προσέταξε τοῖς ἰδίοις παισίν, ἵνα τοὺς Ἰωσήπου παῖδας Ἐφρὴν καὶ Μανασσῆν εἰς τὸν αὐτῶν ἀριθμὸν προσῶνται διαιρούμενοι μετʼ αὐτῶν τὴν Χαναναίαν, περὶ ὧν ὕστερον ἐροῦμεν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.189 Joseph. AJ 2.194 (English) >>Joseph. AJ 2.198

Powered by PhiloLogic